πάλιν
τακεροὺς ποιήσεις τοὺς ἐρεβίνθους αὐτόθεν.
Δίφιλος δέ φησιν ‘οἱ ἐρέβινθοι δύσπεπτοι, σμηκτικοί, οὐρητικοί, πνευματικοί.’ κατὰ δὲ Διοκλέα ζυμωτικοὶ τῆς σαρκός: κρείττους δ᾽ οἱ λευκοὶ τῶν μελάνων καὶ πυξοειδεῖς καὶ οἱ Μιλήσιοι τῶν λεγομένων κριῶν οἵ τε χλωροὶ τῶν ξηρῶν καὶ οἱ βεβρεγμένοι τῶν ἀβρόχων. ὅτι Ποσειδῶνος εὕρημα οἱ ἐρέβινθοι.
τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους,