ἄνδρα δὲ τὸν Κυθέρηθεν, ὃν ἐθρέψαντο τιθῆναι
Ἀρριβίου στυγνῶν ἀντιάσαντι κυνῶν.
Μοῦσαι παίδευσάν τε Φιλόξενον, οἷα τιναχθεὶς
Βάκχου καὶ λωτοῦ πιστότατον ταμίην [p. 226]
γινώσκεις, ἀίουσα μέγαν πόθον ὃν Γαλατείη:
Ὀρτυγίην ταύτης ἦλθε διὰ πτόλεως,
οἶσθα δὲ καὶ τὸν ἀοιδόν, ὃν Εὐρυπύλου πολιῆται ”
αὐτοῖς μηλείοις θήκαθ᾽ ὑπὸ προγόνοις.