Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ καὶ λέγει οὕτως: ‘μετεπέμψατο δὲ καὶ τὸν ἐκ τῆς Ἰασοῦ παῖδα. περὶ γὰρ τὴν πόλιν ταύτην Διονύσιός τις ἦν παῖς, ὃς μετὰ τῶν ἄλλων ἐκ παλαίστρας παραγινόμενος ἐπὶ τὴν θάλατταν ἐκολύμβα. δελφὶς δὲ πρὸς αὐτὸν ἐκ τοῦ πελάγους ἀπήντα καὶ ἀναλαμβάνων ἐπὶ τὰ νῶτα ἔφερεν ἐπὶ πλεῖστον νηχόμενος καὶ πάλιν ἀποκαθίστα εἰς τὴν γῆν.’ φιλανθρωπότατον δέ ἐστι καὶ συνετώτατον ζῷον ὁ δελφὶς χάριν τε ἀποδιδόναι ἐπιστάμενον. Φύλαρχος
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.