καὶ Ἐπίχαρμος δ᾽ ἐν Φιλοκτήτῃ ἔφη::
οἶδα διθύραμβον, οἴνῳ συγκεραυνωθεὶς φρένας.
ὅτι μὲν οὖν οὐχ ἡδονῆς χάριν ἐπιπολαίου καὶ δημοτικῆς ἡ μουσικὴ προῆλθεν κατ᾽ ἀρχὰς εἰς τὰς ἑστιάσεις, ὥσπερ ἔνιοι νομίζουσιν, φανερὸν ἐκ τῶν εἰρημένων. Λακεδαιμόνιοι δ᾽ εἰ μὲν ἐμάνθανον τὴν μουσικήν, οὐδὲν λέγουσιν, ὅτι δὲ κρίνειν δύνανται καλῶς τὴν τέχνην ὁμολογεῖται παρ᾽ αὐτῶν, καί φασιν τρὶς ἤδη σεσωκέναι διαφθειρομένην αὐτήν. 25. καὶ πρὸς γυμνασίαν δὲ καὶ ὀξύτητα διανοίας
οὐκ ἔστι διθύραμβος ὅκχ᾽ ὕδωρ πίῃς.