Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀπίων δὲ καὶ Διόδωρος,
ὥς φησι Πάμφιλος,
ἐπαίκλειά φησι καλεῖσθαι τὰ μετὰ τὸ δεῖπνον τραγήματα.
50.
ἔφιππος Ἐφήβοις:
χόνδρος μετὰ ταῦτ᾽ εἰσῆλθε, μύρον
Αἰγύπτιον,
φοινικίνου βῖκός τις ὑπανεῴγνυτο,
ἴτρια, τραγήμαθ᾽ ἧκε, πυραμοῦς, ἄμης,
ᾠῶν ἑκατόμβη: πάντα ταῦτ᾽ ἐχναύομεν,
ἐμασώμεθ᾽ οὕτως ἀνδρικῶς ὅσ᾽ εἴχομεν
καὶ γὰρ παραμασύντας τινὰς παραβόσκομεν,
καὶ ἐν Κύδωνι:
καὶ μετὰ δεῖπνον κόκκος.., .
ἐρέβινθος ... κύαμος,
χόνδρος, τυρός, μέλι, σησαμίδες,