Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περὶ δὲ περδίκων τί δεῖ καὶ λέγειν ἐμέ, πλεόνων εἰρημένων ὑφ᾽ ὑμῶν; ἀλλ᾽ οὐ παραλείψω τὸ ἱστορηθὲν ὑπὸ Ἡγησάνδρου ἐν τοῖς Ὑπομνήμασιν. φησὶν γὰρ ὅτι Σάμιοι πλεύσαντες εἰς Σύβαριν καὶ κατασχόντες τὴν Σιρῖτιν χώραν περδίκων ἀναπτάντων καὶ ποιησάντων ψόφον ἐκπλαγέντες ἔφυγον καὶ ἐμβάντες εἰς τὰς ναῦς ἀπέπλευσαν.
περὶ δὲ λαγών Χαμαιλέων φησὶν τῷ περὶ Σιμωνίδου ὡς δειπνῶν παρὰ τῷ Ἱέρωνι ὁ
Σιμωνίδης
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.