τὸν δὲ Μαίσωνα Πολέμων ἐν τοῖς πρὸς Τίμαιον ἐκ τῶν ἐν Σικελίᾳ φησὶν εἶναι Μεγάρων καὶ οὐκ ἐκ τῶν Νισαίων. ἀλλ᾽ ὅ γε Ποσείδιππος περὶ δούλων μαγείρων ἐν Ἀποκλειομένῃ φησὶν
πεπορισμένος πάρεστιν ,3
καὶ ἐν Συντρόφοις:
ταυτὶ μὲν οὖν τοιαῦτα. συμβαίνει δέ τι
νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ
ἀστεῖον: οὐχ ἁλώσομ᾽ ἐκφέρων κρέας.
ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν;