Διονύσιος δ᾽ ἐν Ἀκοντιζομένῳ: μάγειρος ἐστὶν ὁ λέγων
καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως.
Φιλήμων ἐν Πτωχῇ:
ὥστ᾽ ἐνίοτ᾽ ἂν τούτοισι ποιῶν ματτύην [p. 60]
σπεύδων ἅμ᾽ εἰσήνεγκα διαμαρτὼν μίαν
ἄκων περιφορὰν τῶν νεκρῶν ὡς τὸν νεκρόν.
ἐξὸν ἀποσάττεσθαι δ᾽ ὅλην τὴν ἡμέραν,
ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ.