Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀφορμὴν τοῦ τὴν κεφαλὴν ἐν τοῖς πότοις λιπαίνειν ἐντεῦθεν γενέσθαι: τοῖς αὐχμῶσι γὰρ τὰς κεφαλὰς εἰς τὸ μετέωρον ἕλκεσθαι τὸ λαμβανόμενον καὶ διὰ τοῦτο τῶν πυρετῶν διακαιόντων τὰ σώματα τέγγουσι τὴν κεφαλὴν ἐπιβρέγμασιν, ἵνα μὴ πρὸς τὸ ξηρόν, ταύτῃ δὲ καὶ πολύκενον, ὁρμὴν τὰ
[p. 206]
παρακαιόμενα λαμβάνῃ. τοῦτο δὴ λογισάμενοι καὶ ἐπὶ τῶν πότων τὴν εἰς τὸ μετέωρον τῶν οἴνων φορὰν ὑποπτεύσαντες ἐπεσπάσθησαν κεφαλὴν λιπαίνειν, ὡς ἐλάσσονος τῆς: βίας γενησομένης εἰ ταύτην
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.