ἵησι λάταγας τῷ Κορινθίῳ πέει.καὶ Βακχυλίδης:
ἐντεῦθεν ἐννοοῦμεν τοὺς παρ᾽ Αἰσχύλῳ ἀγκυλητοὺς κοττάβους. λέγονται δὲ καὶ δόρατα ἀγκυλητὰ καὶ μεσάγκυλα: ἀλλ᾽ ἀπὸ ἀγκύλης ἤτοι τῆς δεξιᾶς χειρός, καὶ ἡ κύλιξ δὲ ἡ ἀγκύλη διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προίεσθαι. καὶ οἱ πολλοὶ ἐπὶ τούτῳ μᾶλλον ἐφρόνουν μέγα ἢ ἐπὶ τῷ εὖ ἀκοντίζειν. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι εὐρύθμως ἐρρίπτουν εἰς τὸ κοττάβιον.
εὖτε τὴν ἀπ᾽: ἀγκύλης ἵησι τοῖς νεανίαις,2
λευκὸν ἀντείνασα πῆχυν.