Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ ἢ πέμπτης ἡμέρας, ὅταν δὲ ἁδρὸν ᾖ, διαφυτεύεται πάλιν τοῦ ἔαρος εἰς χωρίον μαλακὸν καὶ ἔφυδρον καὶ οὐ λίαν λεπτόν. φέρει δὲ τὰ μῆλα πᾶσαν ὥραν τὰ μὲν γὰρ ἀφῄρηται, τὰ δ᾽ ἀνθεῖ, τὰ δ᾽ ἐκπέττει. τῶν δ᾽ ἀνθῶν ὅσα ἔχει καθάπερ ἠλακάτην ἐκ μέσου τινὰ ἐξέχουσαν, ταῦτά ἐστι γόνιμα: ὅσα δὲ μή, ἄγονα.’ κἀν τῷ πρώτῳ δὲ τῆς αὐτῆς πραγματείας τὰ περὶ τῆς ἠλακάτης καὶ τῶν γονίμων εἴρηκεν. ἐκ τούτων ἐγὼ κινούμενος, ὦ ἑταῖροι, ὧν φησιν ὁ Θεόφραστος περὶ χρόας, περὶ
ὀδμῆς, περὶ φύλλων, τὸ κιτρίον εἶναι λέγεσθαι πεπίστευκα, καὶ μηδεὶς ὑμῶν θαυμαζέτω εἴ φησιν μὴ ἐσθίεσθαι αὐτό, ὁπότε γε καὶ μέχρι τῶν κατὰ τοὺς πάππους
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.