Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
ἡ μέντοι παρασιτικὴ οὐχ οὕτως ἔχει, ἀλλὰ
καὶ ἐν Ἕλλησι καὶ βαρβάροις μία ἐστὶν καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως, καὶ οὐκ ἂν εἴποι τις ἄλλως μὲν τούσδε, ἑτέρως δὲ τούσδε παρασιτεῖν,
οὐδέ εἰσιν ὡς ἔοικεν ἐν παρασίτοις ^ τινες οἷον
Στωϊκοὶ ἢ Ἐπικούρειοι δόγματα ἔχοντες διάφορα,
ἀλλὰ πᾶσι πρὸς ἅπαντας ὁμολογία τίς ἐστιν καὶ συμφωνία τῶν ἔργων καὶ τοῦ τέλους. ὥστε ἔμοιγε δοκεῖ ἡ παρασιτικὴ κινδυνεύειν κατά γε τοῦτο καὶ σοφία εἶναι.
Τυχιάδης
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.