previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[45] ταῦτα μὲν καὶ αὐτὸς ἐπίσταμαι: οὔπω γε μὴν δοκῶ μοι γιγνώσκειν, πῶς δὴ τὼ ἄνδρε τῷ Ἀγαμέμνονι παράσιτοι ἦσαν.

Σίμων
. ἀναμνήσθητι, γενναῖε, τῶν ἐπῶν ἐκείνων ὧνπερ αὐτὸς Ἀγαμέμνων πρὸς τὸν Ἰδομενέα λέγει.

Τυχιάδης
ποίων; ^

Σίμων
σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηχ᾽ ὥσπερ ἐμοὶ πιέειν ὅτε θυμὸς ἀνώγοι. ἐνταῦθα γὰρ τὸ αἰεὶ πλεῖον δέπας εἴρηκεν οὐχ ὅτι τὸ ποτήριον διὰ παντὸς πλῆρες ἑστήκει τῷ Ἰδομενεῖ καὶ μαχομένῳ καὶ καθεύδοντι, ἀλλ᾽ ὅτι αὐτῷ δι᾽ ὅλου τοῦ βίου μόνῳ συνδειπνεῖν ὑπῆρχεν τῷ βασιλεῖ, οὐχ ὥσπερ τοῖς λοιποῖς στρατιώταις πρὸς ἡμέρας τινὰς καλουμένοις. τὸν μὲν γὰρ Αἴαντα, ἐπεὶ καλῶς ἐμονομάχησεν τῷ Ἕκτορι, ‘ εἰς Ἀγαμέμνονα δῖον ἄγον,’ φησίν, κατὰ τιμὴν ἀξιωθέντα ὀψὲ τοῦ παρὰ τῷ βασιλεῖ δείπνου. δὲ Ἰδομενεὺς καὶ Νέστωρ ὁσημέραι συνεδείπνουν τῷ βασιλεῖ, ὡς αὐτός φησιν. Νέστωρ δὲ παράσιτός μοι δοκεῖ τῶν βασιλέων μάλιστα τεχνίτης καὶ ἀγαθὸς γενέσθαι: οὐ γὰρ ἐπὶ τοῦ Ἀγαμέμνονος ἄρξασθαι τῆς τέχνης, ἀλλὰ ἄνωθεν ἐπὶ Καινέως καὶ Ἐξαδίου: δοκεῖ δὲ οὐδὲ ἂν [p. 294] παύσασθαι παρασιτῶν, εἰ μὴ Ἀγαμέμνων ἀπέθανεν.

Τυχιάδης
οὑτοσὶ μὲν γενναῖος παράσιτος. εἰ δὲ καὶ ἄλλους τινὰς οἶσθα, πειρῶ λέγειν.

Σίμων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: