Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[17]
μόνος γὰρ Ἴων,’ ἔφη ὁ Εὐκράτης, ‘τὰ τοιαῦτα εἶδεν, οὐχὶ δὲ καὶ ἄλλοι πολλοὶ δαίμοσιν
ἐντετυχήκασιν οἱ μὲν νύκτωρ, οἱ δὲ μεθ᾽ ἡμέραν; ἐγὼ δὲ οὐχ ἅπαξ ἀλλὰ μυριάκις ἤδη σχέδον τὰ
τοιαῦτα τεθέαμαι: καὶ τὸ μὲν πρῶτον
ἐταραττόμην πρὸς αὐτά, νῦν δὲ δὴ ὑπὸ τοῦ ἔθους οὐδέν τι
[p. 346] παράλογον ὁρᾶν μοι δοκῶ, καὶ μάλιστα ἐξ οὗ μοι τὸν δακτύλιον ὁ Ἄραψ ἔδωκε σιδήρου τοῦ ἐκ τῶν
σταυρῶν πεποιημένον καὶ τὴν ἐπῳδὴν ἐδίδαξεν
τὴν πολυώνυμον, ἐκτὸς εἰ μὴ κἀμοὶ ἀπιστήσεις,
ὦ Τυχιάδη.’
‘ καὶ πῶς ἄν,’ ἦν δ᾽ ἐγώ, ‘ ἀπιστήσαιμι Εὐκράτει τῷ Δείνωνος, σοφῷ ἀνδρὶ καὶ μάλιστα ἐλευθερίῳ,^ τὰ δοκοῦντὰ οἱ λέγοντι οἴκοι
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.