previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘ [29] ἐπὶ τούτοις Πυθαγορικὸς Ἀρίγνωτος εἰσῆλθεν, κομήτης, σεμνὸς ἀπὸ τοῦ προσώπου, οἶσθα τὸν ἀοίδιμον ἐπὶ τῇ σοφίᾳ, τὸν ἱερὸν ἐπονομαζόμενον. κἀγὼ μὲν ὡς εἶδον αὐτὸν ἀνέπνευσα, τοῦτ᾽ ἐκεῖνο ἥκειν μοι νομίσας πέλεκύν τινα κατὰ τῶν ψευσμάτων. ‘ἐπιστομιεῖ γὰρ αὐτούς,’ ἔλεγον, ‘ σοφὸς ἀνὴρ οὕτω τεράστια διεξιόντας.’ καὶ τὸ τοῦ λόγου, θεὸν ἀπὸ μηχανῆς ἐπεισκυκληθῆναί μοι τοῦτον ᾤμην ὑπὸ τῆς Τύχης: δὲ ἐπεὶ ἐκαθέζετο ὑπεκστάντος αὐτῷ τοῦ Κλεοδήμου, πρῶτα μὲν περὶ τῆς νόσου ἤρετο, καὶ ὡς ῥᾷον ἤδη ἔχειν ἤκουσεν παρὰ τοῦ Εὐκράτους, ‘τί δέ,’ ἔφη, ‘ πρὸς αὑτοὺς ^ ἐφιλοσοφεῖτε; μεταξὺ γὰρ [p. 364] εἰσιών ἐπήκουσα, καί μοι ἐδοκεῖτε ^ εἰς καλόν διατεθήσεσθαι ^ τήν διατριβήν.’ ‘τί δ᾽ ἄλλο,’ εἶπεν Εὐκράτης, ‘ τουτονὶ τόν ἀδαμάντινον πείθομεν’ — δείξας ἐμὲ —’ ἡγεῖσθαι δαίμονάς τινας εἶναι καὶ φάσματα καὶ νεκρῶν ψυχάς περιπολεῖν ὑπέρ γῆς καὶ φαίνεσθαι οἷς ἄν ἐθέλωσιν.’ ἐγὼ μέν οὖν ἠρυθρίασα καὶ κάτω ἔνευσα αἰδεσθείς τόν Ἀρίγνωτον. δέ, ‘ ὅρα,’ ἔφη, ‘ Εὔκρατες, μὴ τοῦτό φησιν Τυχιάδης, τάς τῶν βιαίως ἀποθανόντων μόνας ψυχάς περινοστεῖν, οἷον εἴ τις ἀπήγξατο ἀπετμήθη τήν κεφαλήν ἀνεσκολοπίσθη ἄλλῳ γέ τῳ τρόπῳ τοιούτῳ ἀπῆλθεν ἐκ τοῦ βίου, τάς δέ τῶν κατά μοῖραν ἀποθανόντων οὐκέτι: ἤν γάρ τοῦτο λέγῃ, οὐ πάνυ ἀπόβλητα φήσει.’ ‘μὰ Δί᾽,’ δ᾽ ὃς Δεινόμαχος, ‘ ἀλλ᾽ οὐδὲ ὅλως εἶναι τὰ τοιαῦτα οὐδὲ συνεστῶτα ὁρᾶσθαι οἴεται.’ ‘ ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: