previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[27] πρῶτα μὲν δὴ σωμάτων φύσεις καὶ κράσεις οὐχ αἱ αὐταί, κἂν ὅτι μάλιστα ἐκ τῶν ὁμοίων [p. 516] συνεστάναι ὁμολογῶνται, ἀλλὰ τὰ μὲν τῶνδε, τὰ δὲ τῶνδε μᾶλλον ^ ἔλαττον μετέχει. καὶ λέγω τοῦτο ἔτι περὶ τῶν ἀνδρείων, ὡς οὐδὲ ταῦτα πᾶσιν ἴσα ὅμοια οὔτε τῇ κράσει οὔτε τῇ συστάσει. διάφορα δὴ ^ καὶ μεγέθει καὶ εἴδει ἀνάγκη καὶ τὰ νοσήματα ἐγγίγνεσθαι αὐτοῖς, καὶ τὰ μὲν εὐίατα εἶναι καὶ πρὸς τὴν θεραπείαν ἀναπεπταμένα, τὰ δὲ τέλεον ἀπεγνωσμένα καὶ ῥᾳδίως ἁλισκόμενα καὶ κατὰ κράτος ὑπὸ τῶν νοσημάτων λαμβανόμενα. τὸ τοίνυν οἴεσθαι πάντα πυρετὸν πᾶσαν φθόην περιπλευμονίαν μανίαν μίαν καὶ τὴν αὐτὴν οὖσαν τῷ γένει ὁμοίαν ἐπὶ παντὸς εἶναι σώματος, οὐ σωφρονούντων οὐδὲ λελογισμένων οὐδὲ τὰ τοιαῦτα ἐξητακότων ἐστὶν ἀνθρώπων, ἀλλὰ τὸ αὐτὸ ἐν μὲν τῷδε ῥᾴδιον ἰᾶσθαι, ἐν δὲ τῷδε οὐκέτι. ὥσπερ οἶμαι καὶ πυρὸν ἢν τὸν αὐτὸν ἐς διαφόρους χώρας ἐμβάλῃς, ἄλλως μὲν ἐν τῇ πεδινῇ καὶ βαθείᾳ καὶ ποτιζομένῃ καὶ εὐηλίῳ καὶ εὐηνέμῳ καὶ ἐξειργασμένῃ ἀναφύσεται, εὐθαλὴς οἶμαι καὶ εὔτροφος καὶ πολύχους καρπός, ἄλλως δὲ ἐν ὄρει καὶ ὑπολίθῳ γηδίῳ, ἄλλως δὲ ἐν δυσηλίῳ, ἄλλως δὲ ἐν ὑπωρείᾳ, καὶ ὅλως διαφόρως καθ᾽ ἑκάστους τόπους. οὕτω δὲ καὶ τὰ νοσήματα παρὰ τοὺς ὑποδεξαμένους τόπους εὔφορα καὶ εὔτροφα ἐλάττω γίγνεται. τοῦτο τοίνυν ὑπερβὰς πατὴρ καὶ ὅλον ἀνεξέταστον καταλιπὼν ἀξιοῖ πᾶσαν μανίαν τὴν ἐν ἅπαντι σώματι ὁμοίαν εἶναι καὶ τὴν θεραπείαν ἴσην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: