paulus silentiarius
εἴ ποτ᾽ ἐμοί, χαρίεσσα, τεῶν τάδε σύμβολα μαζῶν
ὤπασας, ὀλβίζω τὴν χάριν ὡς μεγάλην [p. 282]
εἰ δ᾽ ἐπὶ τοῖς μίμνεις, ἀδικεῖς, ὅτι λάβρον ἀνῆψας
πυρσόν, ἀποσβέσσαι τοῦτον ἀναινομένη.
Τήλεφον ὁ τρώσας καὶ ἀκέσσατο μὴ σύγε, κούρη,
εἰς ἐμὲ δυσμενέων γίνεο πικροτέρη.