leonidas
τέκτονος ἄρμενα ταῦτα Λεοντίχου, αἵ τε χαρακταὶ
ῥῖναι, καὶ κάλων οἱ ταχινοὶ βορέες,
στάθμαι καὶ μιλτεῖα, καὶ αἱ σχεδὸν ἀμφιπλῆγες
σφῦραι, καὶ μίλτῳ φυρόμενοι κανόνες,
αἳ τ᾽ ἀρίδες, ξυστήρ τε, καὶ ἐστελεωμένος οὗτος
ἐμβριθής, τέχνας ὁ πρύτανις, πέλεκυς,
τρύπανά τ᾽ εὐδίνητα, καὶ ὠκήεντα τέρετρα,
καὶ γόμφων οὗτοι τοὶ πίσυρες τορέες,
ἀμφίξουν τε σκέπαρνον: ἃ δὴ χαριεργῷ Ἀθάνᾳ
ὡνὴρ ἐκ τέχνας θήκατο παυόμενος.