tullius geminus
Φρύνη τὸν πτερόεντα, τὸν εὐτέχνητον Ἔρωτα
μισθὸν ὑπὲρ λέκτρων, ἄνθετο ῾Θεσπιέσιν.
Κύπριδος ἡ τέχνη ζηλούμενον, οὐκ ἐπιμεμφὲς
δῶρον ἐς ἀμφοτέρους δ᾽ ἔπρεπε μισθὸς Ἔρως.
δοιῆς ἐκ τέχνης αἰνέω βροτόν, ὅς γε καὶ ἄλλοις
δοὺς θεὸν ἐν σπλάγχνοις εἶχε τελειότερον.