philippus
δίκτυά σοι μολίβῳ στεφανούμενα, δυσιθάλασσα,
καὶ κώπην, ἅλμης τὴν μεθύουσαν ἔτι,
κητοφόνον τε τρίαιναν, ἐν ὕδασι καρτερὸν ἔγχος,
καὶ τὸν ἀεὶ φελλοῖς κύρτον ἐλεγχόμενον,
ἄγκυράν τε, νεῶν στιβαρὴν χέρα, καὶ φιλοναύτην
σπέρμα πυρὸς σῴζειν πέτρον ἐπιστάμενον,
ἀρχιθάλασσε Πόσειδον, Ἀμύντιχος ὕστατα δῶρα
θήκατ᾽, ἐπεὶ μογερῆς παύσαθ᾽ ἁλιπλανίης.