anonymi epigrammatici
εἰς τὴν δάμαλιν τὴν ἱσταμένην πίραν Βυζαντίου ἐν ἸναχίηςἸναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδ᾽ ἀπ᾽ ἐμεῖο
κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος.
κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασενἭρης
ἐς Φάρον ἥδε δ᾽ ἐγὼ Κεκροπίς εἰμι νέκυς.
εὐνέτις ἦν δὲ Χάρητος: ἔπλων δ᾽ ὅτ᾽ ἔπλωεν ἐκεῖνος
τῇδε, Φιλιππείων ἀντίπαλος σκαφέων.
Βοιίδιον δὲ καλεῦμαι ἐγὼ τότε: νῦν δὲ Χάρητος
εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις.