posidippus
τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα
εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο
ἐκ δ᾽ ὕδατος τὸν παῖδα διάβροχον ἥρπασε μάτηρ
σκεπτομένα ζωᾶς εἴ τινα μοῖραν ἔχει:
νύμφας δ᾽ οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλ᾽ ἐπὶ γούνων
ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει. [p. 98]