meleager
Ἀχήεις τέττιξ, δροσεραῖς σταγόνεσσι μεθυσθείς,
ἀγρονόμαν μέλπεις μοῦσαν ἐρημολάλον
ἄκρα δ᾽ ἐφεζόμενος πετάλοις, πριονώδεσι κώλοις
αἰθίοπι κλάζεις χρωτὶ μέλισμα λύρας.
ἀλλά, φίλος, φθέγγου τι νέον δενδρώδεσι Νύμφαις
παίγνιον, ἀντῳδὸν Πανὶ κρέκων κέλαδον,
ὄφρα φυγὼν τὸν Ἔρωτα, μεσημβρινὸν ὕπνον ἀγρεύσω
ἐνθάδ᾽ ὑπὸ σκιερᾷ κεκλιμένος πλατάνῳ. [p. 112]