leonidas
εἰ καὶ μικρὸς ἰδεῖν καὶ ἐπ᾽ οὔδεος, ὦ παροδῖτα,
λᾶας ὁ τυμβίτης ἄμμιν ἐπικρέμαται,
αἰνοίης, ὤνθρωπε, Φιλαινίδα: τὴν γὰρ ἀοιδὸν
ἀκρίδα, τὴν εὖσαν τὸ πρὶν ἀκανθοβάτιν,
διπλοῦς ἐς λυκάβαντας ἐφίλατο τὴν καλαμῖτιν,
κἀμφίεφ᾽ ὑμνιδίῳ χρησαμένην πατάγῳ:
καὶ μ᾽ οὐδὲ φθιμένην ἀπανήνατο: τοῦτο δ᾽ ἐφ᾽ ἡμῖν
τὠλίγον ὤρθωσεν σᾶμα πολυστροφίης.