damocharis
Ἀνδροβόρων ὁμότεχνε κυνῶν, αἴλουρε κακίστη,
τῶν Ἀκταιονίδων ἐσσὶ μία σκυλάκων.
κτήτορος Ἀγαθίαο τεοῦ πέρδικα φαγοῦσα,
λυπεῖς, ὡς αὐτὸν κτήτορα δασσαμένη.
καὶ σὺ μὲν ἐν πέρδιξιν ἔχεις νόον οἱ δὲ μύες νῦν
ὀρχοῦνται, τῆς σῆς δραξάμενοι σπατάλης.