anonymi epigrammatici
Ἀκμαίη πρὸς ἔρωτα καὶ ἡδέα Κύπριδος ἔργα,
Πατροφίλα, κανθοὺς τοὺς γλυκεροὺς ἔμυσας:
ἐσβέσθη δὲ τὰ φίλτρα τὰ κωτίλα, χὠ μετ᾽ ἀοιδῆς
ψαλμὸς, καὶ κυλίκων αἱ λαμυραὶ προπόσεις.
Ἅιδη δυσκίνητε, τί τὴν ἐπέραστον ἑταίρην
ἥρπασας; ἢ καὶ σὴν Κύπρις ἔμηνε φρένα;