anonymi epigrammatici
Ψήχει καὶ πέτρην ὁ πολὺς χρόνος, οὐδὲ σιδήρου
φείδεται, ἀλλὰ μιῇ πάντ᾽ ὀλέκει δρεπάνῃ:
ὣς καὶ Λαέρταο τόδ᾽ ἠρίον, ὃ σχεδὸν ἀκτῆς
βαιὸν ἄπο, ψυχρῶν λείβεται ἐξ ὑετῶν.
οὔνομα μὴν ἥρωος ἀεὶ νέον οὐ γὰρ ἀοιδὰς
ἀμβλύνειν αἰών, κἢν ἐθέλῃ, δύναται.