antipater
εἴης ἐν μακάρεσσιν, Ἀνάκρεον, εὖχος Ἰώνων,
μήτ᾽ ἐρατῶν κώμων ἄνδιχα, μήτε λύρης:
ὑγρὰ δὲ δερκομένοισιν ἐν ὄμμασιν οὖλον ἀείδοις,
αἰθύσσων λιπαρῆς ἄνθος ὕπερθε κόμης,
ἠὲ πρὸς Εὐρυπύλην τετραμμένος, ἠὲ Μεγιστῆ,
ἢ Κίκονα Θρῃκὸς Σμερδίεω πλόκαμον,
ἡδὺ μέθυ βλύζων, ἀμφίβροχος εἵματα Βάκχῳ,
ἄκρητον λείβων νέκταρ ἀπὸ στολίδων.
τρισσοῖς γάρ, Μούσαισι, Διωνύσῳ καὶ Ἔρωτι,
πρέσβυ, κατεσπείσθη πᾶς ὁ τεὸς βίοτος. [p. 20]