gaetulicus i
ἁ Πέλοπος νᾶσος καὶ δύσπλοος ὤλεσε Κρήτα,
καὶ Μαλέου τυφλαὶ καμπτομένου σπιλάδες
Δάμιδος Ἀστυδάμαντα Κυδώνιον. ἀλλ᾽ ὁ μὲν ἤδη
ἔπλησεν θηρῶν νηδύας εἰναλίων
τὸν ψεύσταν δέ με τύμβον ἐπὶ χθονὶ θέντο. τί θαῦμα;
Κρῆτες ὅπου ψεῦσται, καὶ Διὸς ἔστι τάφος,