archias
οὐδὲ νέκυς, ναυηγὸς ἐπὶ χθόνα Θῆρις ἐλασθεὶς
κύμασιν, ἀγρύπνων λήσομαι ἠιόνων.
ἦ γὰρ ἁλιρρήκτοις ὑπὸ δειράσιν, ἀγχόθι πόντου
δυσμενέος, ξείνου χερσὶν ἔκυρσα τάφου:
αἰεὶ δὲ βρομέοντα καὶ ἐν νεκύεσσι θαλάσσης
ὁ τλήμων ἀίω δοῦπον ἀπεχθόμενον
μόχθων οὐδ᾽ Ἀίδης με κατεύνασεν, ἡνίκα μοῦνος
οὐδὲ θανὼν λείῃ κέκλιμαι ἡσυχίῃ.