tullius laurea
Γρυνέα τὸν πρέσβυν, τὸν ἁλιτρύτου ἀπὸ κύμβης
ζῶντα, τὸν ἀγκίστροις καὶ μογέοντα λίνοις,
ἐκ δεινοῦ τρηχεῖα Νότου κατέδυσε θάλασσα,
ἔβρασε δ᾽ ἐς κροκάλην πρώϊον ἠϊόνα,
χεῖρας ἀποβρωθέντα. τίς οὐ νόον ἰχθύσιν εἴποι
ἔμμεναι, οἳ μούνας, αἷς ὀλέκοντο, φάγον;