simonides
ἐξ οὗ γ᾽ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε,
καὶ πόλεμον λαῶν θοῦρος Ἄρης ἐφέπει,
οὐδαμά πω κάλλιον ἐπιχθονίων γένετ᾽ ἀνδρῶν
ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα.
οἵδε γὰρ ἐν Κύπρῳ Μήδων πολλοὺς ὀλέσαντες,
Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
ἀνδρῶν πληθούσας: μέγα δ᾽ ἔστενεν Ἀσὶς ὑπ᾽ αὐτῶν
πληγεῖς1᾽ ἀμφοτέραις χερσὶ κράτει πολέμου. [p. 162]