zenodotus
εἰς τὸν αὐτὸν Τίμωνατρηχεῖαν κατ᾽ ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοις
πάντοθεν, ἢ σκολιῆς ἄγρια κῶλα βάτου,
ὡς ἐπ᾽ ἐμοὶ μηδ᾽ ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοι
ἴχνος, ἐρημάζω δ᾽ ἥσυχα κεκλιμένος.
ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδ᾽ ἀστοῖσι φιληθεὶς
Τίμων οὐδ᾽ Ἀίδῃ γνήσιός εἰμι νέκυς.