anonymi epigrammatici
οὐδὲν ἁμαρτήσας γενόμην παρὰ τῶν με τεκόντων
γεννηθεὶς δ᾽ ὁ τάλας ἔρχομαι εἰς Ἀίδην.
ὦ μίξις γονέων θανατηφόρος: ὤ μοι ἀνάγκης,
ἥ με προσπελάσει τῷ στυγερῷ θανάτῳ.
οὐδὲν ἐὼν γενόμην πάλιν ἔσσομαι, ὡς πάρος, οὐδὲν
οὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος:
λοιπόν μοι τὸ κύπελλον ἀποστίλβωσον, ἑταῖρε,
καὶ λύπης † ὀδύνην τὸν Βρόμιον πάρεχε: