dioscorides
οὐ μὰ τόδε φθιμένων σέβας ὅρκιον, αἵδε Λυκάμβεω,
αἳ λάχομεν στυγερὴν κλῃδόνα, θυγατέρες,
οὔτε τι παρθενίην ᾐσχύναμεν, οὔτε τοκῆας,
οὔτε Πάρον νήσων αἰπυτάτην ἱερῶν.
ἀλλὰ καθ᾽ ἡμετέρης γενεῆς ῥιγηλὸν ὄνειδος
φήμην τε στυγερὴν ἔβλυσεν Ἀρχίλοχος.
Ἀρχίλοχον, μὰ θεοὺς καὶ δαίμονας, οὔτ᾽ ἐν ἀγυιαῖς
εἴδομεν, οὔθ᾽ Ἥρης ἐν μεγάλῳ τεμένει.
εἰ δ᾽ ἦμεν μάχλοι καὶ ἀτάσθαλοι, οὐκ ἂν ἐκεῖνος
ἤθελεν ἐξ ἡμέων γνήσια τέκνα τεκεῖν.