crinagoras
γῆ μευ καὶ μήτηρ κικλήσκετο: γῆ με καλύπτει
καὶ νέκυν. οὐ κείνης ἥδε χερειοτέρη:
ἔσσομαι ἐν ταύτῃ δηρὸν χρόνον ἐκ δέ με μητρὸς
ἥρπασεν ἠελίου καῦμα τὸ θερμότατον.
κεῖμαι δ᾽ ἐν ξείνῃ, ὑπὸ χερμάδι, μακρὰ γοηθείς,
Ἴναχος, εὐπειθὴς Κριναγόρου θεράπων.