philippus
Ἠιόνιον τόδε σῶμα βροτοῦ παντλήμονος ἄθρει
σπαρτόν, ἁλιρραγέων ἐκχύμενον σκοπέλων
τῇ μὲν ἐρημοκόμης κεῖται καὶ χῆρος ὀδόντων
κόρση: τῇ δὲ χερῶν πενταφυεῖς ὄνυχες,
πλευρά τε σαρκολιπῆ, ταρσοὶ δ᾽ ἑτέρωθεν ἄμοιροι
νεύρων, καὶ κώλων ἔκλυτος ἁρμονίη.
οὗτος ὁ πουλυμερὴς εἷς ἦν ποτε. φεῦ μακαριστοί,
ὅσσοι ἀπ᾽ ὠδίνων οὐκ ἴδον ἠέλιον. [p. 206]