bianor
Θειονόης ἔκλαιον ἐμῆς μόρον, ἀλλ᾽ ἐπὶ παιδὸς
ἐλπίσι κουφοτέρας ἔστενον εἰς ὀδύνας. [p. 208]
νῦν δέ με καὶ παιδὸς φθονερὴ γ᾽ ἀπενόσφισε Μοῖρα:
φεῦ: βρέφος ἐψεύσθην καὶ σὲ τὸ λειπόμενον.
Περσεφόνη, τόδε πατρὸς ἐπὶ θρήνοισιν ἄκουσον
θὲς βρέφος ἐς κόλπους μητρὸς ἀποιχομένης.