dioscorides
ἥδιστον φιλέουσι νέοις προσανάκλιμ᾽ ἐρώτων,
Σαπφώ, σὺν Μούσαις ἦ ῥά σε Πιερίη
ἢ Ἑλικὼν εὔκισσος, ἴσα πνείουσαν ἐκείναις,
κοσμεῖ, τὴν Ἐρέσῳ Μοῦσαν ἐν Αἰολίδι,
ἢ καὶ Ὑμὴν Ὑμέναιος ἔχων εὐφεγγέα πεύκην
σὺν σοὶ νυμφιδίων ἵσταθ᾽ ὑπὲρ θαλάμων
ἢ Κινύρεω νέον ἔρνος ὀδυρομένῃ Ἀφροδίτῃ
σύνθρηνος, μακάρων ἱερὸν ἄλσος ὁρῇς:
πάντῃ, πότνια, χαῖρε θεοῖς ἴσα: σὰς γὰρ ἀοιδὰς
ἀθανάτων ἄγομεν νῦν ἔτι θυγατέρας. [p. 220]