antipater
οὐχὶ βαθυστόλμων Ἱππαρχία ἔργα γυναικῶν,
τῶν δὲ Κυνῶν ἑλόμαν ῥωμαλέον βίοτον
οὐδέ μοι ἀμπεχόναι περονήτιδες, οὐ βαθύπελμος
εὔμαρις, οὐ λιπόων εὔαδε κεκρύφαλος:
οὐλὰς δὲ σκίπωνι συνέμπορος, ἅ τε συνῳδὸς
δίπλαξ, καὶ κοίτας βλῆμα χαμαιλεχέος.
ἄμμι δὲ Μαιναλίας κάρρων † ἄμιν Ἀταλάντας
τόσσον, ὅσον σοφία κρέσσον ὀριδρομίας. [p. 224]