meleager
ἀτρέμας, ὦ ξένε, βαῖνε: παρ᾽ εὐσεβέσιν γὰρ ὁ πρέσβυς
εὕδει, κοιμηθεὶς ὕπνον ὀφειλόμενον,
Εὐκράτεω Μελέαγρος, ὁ τὸν γλυκύδακρυν Ἔρωτα
καὶ Μούσας ἱλαραῖς συστολίσας Χάρισιν
ὃν θεόπαις ἤνδρωσε Τύρος Γαδάρων θ᾽ ἱερὰ χθών
κῶς δ᾽ ἐρατὴ Μερόπων πρέσβυν ἐγηροτρόφει.
ἀλλ᾽ εἰ μὲν Σύρος ἐσσί, Σαλάμ: εἰ δ᾽ οὖν σύ γε Φοῖνιξ,
Ναίδιος: : εἰ δ᾽ Ἕλλην, Χαῖρε: τὸ δ᾽ αὐτὸ φράσον.