meleager
αἰνιγματῶδεςπτανέ, τί σοι σιβύνης, τί δὲ καὶ συὸς εὔαδε δέρμα;
καὶ τίς ἐὼν στάλας σύμβολον ἐσσὶ τίνος;
οὐ Ἔρωτ᾽ ἐνέπω σε — τί γάρ; νεκύεσσι πάροικος
ἵμερος; αἰάζειν ὁ θρασὺς οὐκ ἔμαθεν —
οὐδὲ μὲν οὐδ᾽ αὐτὸν ταχύπουν Κρόνον: ἔμπαλι γὰρ δὴ
κεῖνος μὲν τριγέρων, σοὶ δὲ τέθηλε μέλη.
ἀλλ᾽ ἄρα, ναὶ δοκέω γάρ, ὁ γᾶς ὑπένερθε σοφιστὰς
ἐστί: σὺ δ᾽ ὁ πτερόεις, τοὔνομα τοῦδε, λόγος.
Λατῴας δ᾽ ἄμφηκες ἔχεις γέρας, ἔς τε γέλωτα
καὶ σπουδάν, καί που μέτρον ἐρωτογράφον.
ναὶ μὲν δὴ Μελέαγρον ὀμώνυμον Οἰνέος υἱῷ
σύμβολα σημαίνει ταῦτα συοκτασίης.
χαῖρε καὶ ἐν φθιμένοισιν, ἐπεὶ καὶ Μοῦσαν Ἔρωτι
καὶ Χάριτας σοφίαν εἰς μίαν ἡρμόσαο.