dioscorides
τίς τὰ νεοσκύλευτα ποτὶ δρυῒ τᾷδε καθᾶψεν
ἔντεα; τῷ πέλτα Δωρὶς ἀναγράφεται;
πλάθει γὰρ Θυρεᾶτις ὑφ᾽ αἵματος ἅδε λοχιτᾶν,
χἀμὲς ἀπ᾽ Ἀργείων τοὶ δύο λειπόμεθα.
πάντα νέκυν μάστευε δεδουπότα, μή τις, ἔτ᾽ ἔμπνους
λειπόμενος, Σπάρτᾳ κῦδος ἔλαμψε νόθον.
ἴσχε βάσιν. νίκα γὰρ ἐπ᾽ ἀσπίδος ὧδε Λακώνων
φωνεῖται θρόμβοις αἵματος Ὀθρυάδα,
χὠ τόδε μοχθήσας σπαίρει πέλας. ἆ πρόπατορ Ζεῦ,
στύξον ἀνικάτω σύμβολα φυλόπιδος.