simonides
οἵδε τριηκόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις
Ἰναχίδαις Θυρέαν ἀμφὶ μαχεσσάμενοι,
αὐχένας οὐ στρέψαντες, ὅπᾳ ποδὸς ἴχνια πρᾶτον
ἁρμόσαμεν, ταύτᾳ καὶ λίπομεν βιοτάν.
ἄρσενι δ᾽ Ὀθρυάδαο φόνῳ κεκαλυμμένον ὅπλον
καρύσσει: ‘ Θυρέα, Ζεῦ, Λακεδαιμονίων.’
αἰ δέ τις Ἀργείων ἔφυγεν μόρον, ἦς ἀπ᾽ Ἀδράστου:
Σπάρτᾳ δ᾽ οὐ τὸ θανεῖν, ἀλλὰ φυγεῖν θάνατος.