leonidas
Μαρωνὶς ἡ φίλοινος, ἡ πίθων σποδός,
ἐνταῦθα κεῖται γρῆϋς, ἧς ὑπὲρ τάφου
γνωστὸν πρόκειται πᾶσιν Ἀττικὴ κύλιξ.
στένει δὲ καὶ γᾶς νέρθεν, οὐχ ὑπὲρ τέκνων,
οὐδ᾽ ἀνδρός, οὓς λέλοιπεν ἐνδεεῖς βίου:
ἓν δ᾽ ἀντὶ πάντων, οὕνεχ᾽ ἡ κύλιξ κενή. [p. 248]