heraclitus
ἁ κόνις ἀρτίσκαπτος, ἐπὶ στάλας δὲ μετώπων
σείονται φύλλων ἡμιθαλεῖς στέφανοι
γράμμα διακρίναντες, ὁδοιπόρε, πέτρον ἴδωμεν,
λευρὰ περιστέλλειν ὀστέα φατὶ τίνος. —
ξεῖν᾽, Ἀρετημιάς εἰμι: πάτρα Κνίδος: Εὔφρονος ἦλθον
εἰς λέχος: ὠδίνων οὐκ ἄμορος γενόμαν
δισσὰ δ᾽ ὁμοῦ τίκτουσα, τὸ μὲν λίπον ἀνδρὶ ποδηγὸν
γήρως: ὃν δ᾽ ἀπάγω μναμόσυνον πόσιος.