meleager
οἰκτρότατον μάτηρ σε, Χαρίξενε, δῶρον ἐς ᾄδαν,
ὀκτωκαιδεκέταν ἐστόλισεν χλαμύδι.
ἦ γὰρ δὴ καὶ πέτρος ἀνέστενεν, ἁνίκ᾽ ἀπ᾽ οἴκων
ἅλικες οἰμωγᾷ σὸν νέκυν ἠχθοφόρευν.
πένθος δ᾽, οὐχ ὑμέναιον ἀνωρύοντο γονῆες:
αἰαῖ, τὰς μαστῶν ψευδομένας χάριτας,
καὶ κενεὰς ὠδῖνας: ἰὼ κακοπάρθενε Μοῖρα,
στεῖρα γονᾶς στοργὰν ἔπτυσας εἰς ἀνέμους.
τοῖς μὲν ὁμιλήσασι ποθεῖν πάρα, τοῖς δὲ τοκεῦσι
πενθεῖν, οἷς δ᾽ ἀγνώς, πευθομένοις ἐλεεῖν.