antipater
οὐ νούσῳ Ῥοδόπα τε καὶ ἁ γενέτειρα Βοΐσκα
οὐδ᾽ ὑπὸ δυσμενέων δούρατι κεκλίμεθα
ἀλλ᾽ αὐταί, πάτρας ὁπότ᾽ ἔφλεγεν ἄστυ Κορίνθου
γοργὸς Ἄρης, ἀίδαν ἄλκιμον εἱλόμεθα.
ἔκτανε γὰρ μάτηρ με διασφακτῆρι σιδάρῳ,
οὐδ᾽ ἰδίου φειδὼ δύσμορος ἔσχε βίου,
ἇψε δ᾽ ἐναυχενίῳ δειρὰν βρόχῳ: ἦς γὰρ ἀμείνων
δουλοσύνας ἁμῖν πότμος ἐλευθέριος.