antipater
Δᾶμις ὁ Νυσαιεὺς ἐλαχὺ σκάφος ἔκ ποτε πόντου
Ἰονίου ποτὶ γᾶν ναυστολέων Πέλοπος,
φορτίδα μὲν καὶ πάντα νεὼς ἐπιβήτορα λαόν,
κύματι καὶ συρμῷ πλαζομένους ἀνέμων,
ἀσκηθεῖς ἐσάωσε: καθιεμένης δ᾽ ἐπὶ πέτραις
ἀγκύρης, ψυχρῶν κάτθανεν ἐκ νιφάδων
ἠμύσας ὁ πρέσβυς. ἴδ᾽ ὡς λιμένα γλυκὺν ἄλλοις
δούς, ξένε, τὸν Λήθης αὐτὸς ἔδυ λιμένα.