anonymi epigrammatici
εἶχε κορωνοβόλον πενίης λιμηρὸν Ἀρίστων
ὄργανον, ᾧ πτηνὰς ἠκροβόλιζε χένας,
ἦκα παραστείχων δολίην ὁδόν, οἷος ἐκείνας
ψεύσασθαι λοξοῖς ὄμμασι φερβομένας.
νῦν δ᾽ ὁ μὲν εἰν ἀίδῃ: τὸ δὲ οἱ βέλος ὀρφανὸν ἤχου
καὶ χερός: ἡ δ᾽ ἄγρη τύμβον ὑπερπέταται.